1.

[7.309] ζητῶ γάρ, τοῦτο τὸ κατ' ἄλλο μὲν νοῦς εἶναι λεγόμενον κατ' ἄλλο δὲ αἴσθησις πῶς δύναται τῷ καθ' ὃ νοῦς ἐστιν ἀντιλαμβάνεσθαι τοῦ καθ' ὃ αἴσθησίς ἐστιν; λογικὸν γὰρ ὂν καὶ ἀλόγου ποιούμενον κατάληψιν ἀλόγως κινήσεται, ἀλόγως δὲ κινούμενον ἄλογον ἔσται, τοιοῦτον δὲ ὂν οὐκ ἔσται καταλαμβάνον ἀλλὰ καταλαμβανόμενον. ὅπερ πάλιν ἦν ἄτοπον.