1.

[7.310] Διὰ τούτων μὲν δὴ παρεστάσθω, ὅτι ὁ ἄνθρωπος οὔτε διὰ τοῦ σώματος τὰς αἰσθήσεις δύναται λαβεῖν οὔτε ἀνάπαλιν διὰ τούτων τὸ σῶμα, 〈......〉 μηδὲ αὐτὰς ἢ ἀλλήλας. ἑξῆς δὲ ὑποδεικτέον, ὅτι οὐδ' ἑαυτῆς ἐπιγνώμων ἐστὶν ἡ διάνοια, καθάπερ ἀξιοῦσιν οἱ δογματικοὶ τῶν φιλοσόφων. εἴπερ γὰρ ὁ νοῦς ἑαυτὸν καταλαμβάνεται, ἤτοι ὅλος ἑαυτὸν καταλήψεται, ἢ ὅλος μὲν οὐδαμῶς, μέρει δέ τινι ἑαυτοῦ πρὸς τοῦτο χρώμενος.