1.

[7.311] καὶ ὅλος μὲν ἑαυτὸν καταλαμβάνεσθαι οὐκ ἂν δυνηθείη. εἰ γὰρ ὅλος ἑαυτὸν καταλαμβάνεται, ὅλος ἔσται κατάληψις καὶ καταλαμβάνων, ὅλου δ' ὄντος τοῦ καταλαμβάνοντος οὐδὲν ἔτι ἔσται τὸ καταλαμβανόμενον˙ τῶν δὲ ἀλογωτάτων ἐστὶ τὸ εἶναι μὲν τὸν καταλαμβάνοντα, μὴ εἶναι δὲ τὸ οὗ ἐστιν ἡ κατάληψις.