1.

[7.312] καὶ μὴν οὐδὲ μέρει τινὶ δύναται πρὸς τοῦτο χρῆσθαι ὁ νοῦς. αὐτὸ γὰρ τὸ μέρος πῶς ἑαυτὸ καταλαμβάνει; εἰ μὲν γὰρ ὅλον, οὐδὲν ἔσται τὸ ζητούμενον˙ εἰ δὲ μέρει τινί, ἐκεῖνο πάλιν πῶς ἑαυτὸ γνώσεται; καὶ οὕτως εἰς ἄπειρον. ὥστε ἄναρχον εἶναι τὴν κατάληψιν, ἤτοι μηδενὸς εὑρισκομένου πρώτου τοῦ τὴν κατάληψιν ποιησομένου ἢ μηδενὸς ὄντος τοῦ καταληφθησομένου.