1.

[7.313] ἔπειτα εἰ αὑτὸν καταλαμβάνει ὁ νοῦς, καὶ τὸν τόπον ἐν ᾧ ἔστι συγκαταλήψεται˙ πᾶν γὰρ τὸ καταλαμβανόμενον σύν τινι τόπῳ καταλαμβάνεται. εἰ δὲ καὶ τὸν τόπον ὁ νοῦς τὸν ἐν ᾧ ἔστι συγκαταλαμβάνει ἑαυτῷ, ἐχρῆν μὴ διαφωνεῖσθαι τοῦτον παρὰ τοῖς φιλοσόφοις (Cfr. PH I 128), τῶν μὲν κεφαλὴν λεγόντων εἶναι τῶν δὲ θώρακα, καὶ ἐπ' εἴδους τῶν μὲν ἐγκέφαλον τῶν δὲ μήνιγγα, τινῶν δὲ καρδίαν, ἄλλων δὲ ἥπατος πύλας ἤ τι τοιοῦτο μέρος τοῦ σώματος. διαφωνοῦσι δέ γε περὶ τούτου οἱ δογματικοὶ τῶν φιλοσόφων˙ οὐκ ἄρα καταλαμβάνει ἑαυτὸν ὁ νοῦς.