1.

[7.314] (§§ 314-316 Cfr. PH II 34-36) Καὶ δὴ οὕτω κοινότερον ἐπὶ παντὸς ἀνθρώπου διηπορήσθω ἡ περὶ τοῦ κριτηρίου ζήτησις. ἐπειδὴ δὲ φιλαύτως οἱ δογματικοὶ ἄλλοις μὲν οὐ παραχωροῦσι τὴν τῆς ἀληθείας κρίσιν, μόνους δ' ἑαυτοὺς ταύτην εὑρηκέναι λέγουσιν, φέρε ἐπ' αὐτῶν στήσαντες τὸν λόγον διδάσκωμεν ὅτι οὐδὲ οὕτως εὑρεθῆναί τι δυνατόν ἐστιν ἀληθείας κριτήριον.