1.

[7.315] ἕκαστος τοίνυν τῶν ἀξιούντων τἀληθὲς εὑρηκέναι ἤτοι φάσει μόνον τοῦτο ἀποφαίνεται ἢ ἀπόδειξιν παραλαμβάνει. ἀλλὰ φάσει μὲν οὐκ ἐρεῖ˙ τῶν γὰρ ἀντικαθεζομένων αὐτῷ τις τὴν τοὐναντίον ἀξιοῦσαν προοίσεται φάσιν, καὶ οὕτως οὐ μᾶλλον ἐκεῖνος ἢ οὗτος ἔσται πιστός˙