1.

[7.316] ψιλῇ γὰρ φάσει ἴσον φέρεται ψιλὴ φάσις. εἰ δὲ μετ' ἀποδείξεως κριτήριον αὑτὸν ἀποφαίνηται, πάντως ὑγιοῦς. ἀλλ' ἵνα μάθωμεν ὅτι ὑγιὴς ἡ ἀπόδειξίς ἐστιν ᾗ προσχρώμενος κριτήριον ἑαυτὸν ἀποφαίνεται, ὀφείλομεν ἔχειν κριτήριον, καὶ τοῦτο προωμολογημένον˙ οὐκ ἔχομεν δέ γε σύμφωνον κριτήριον, ζητεῖται δέ˙ οὐκ ἄρα δυνατόν ἐστιν εὑρεῖν κριτήριον.