1.

[7.318] τοῦτο οὖν τὸ κριτήριον ἤτοι πᾶσι διάφωνόν ἐστι τοῖς διαφωνοῦσιν ἢ ἑνὶ μόνον σύμφωνον. ἀλλ' εἰ μὲν πᾶσι διάφωνον, μοῖρα καὶ αὐτὸ γενήσεται τῆς διαφωνίας, μοῖρα δ' ὂν ταύτης οὐκ ἂν εἴη κριτήριον ἀλλὰ καὶ αὐτὸ παραπλησίως τῇ ὅλῃ διαφωνίᾳ κρίσεως δεόμενον˙ τὸ γὰρ αὐτὸ δοκιμάζειν ἅμα καὶ δοκιμάζεσθαι τῶν ἀμηχάνων.