1.

[7.319] εἰ δὲ μὴ πᾶσι διαπεφώνηκεν ἀλλ' ἑνὶ συμφωνεῖ, 〈......〉 ἐκ τῆς διαφωνίας ὂν χρείαν ἔχει τοῦ δοκιμάσοντος. καὶ διὰ τοῦτο 〈τὸ〉 σύμφωνον αὐτῷ κριτήριον μὴ ἕτερον ὂν παρ' ἐκεῖνο δεήσεται κρίσεως, δεόμενον δὲ κρίσεως οὐκ ἔσται κριτήριον.