1.

[7.320] (§§ 320-326 Cfr. PH II 37-42) τὸ δὲ πάντων κυριώτατον, εἴπερ τινὰ τῶν δογματικῶν λέγομεν εἶναι κριτὴν τῆς ἀληθείας καὶ παρ' αὐτῷ μόνῳ ταύτην ὑπάρχειν, ἤτοι τῇ ἡλικίᾳ αὐτοῦ ἐνατενίζοντες τοῦτο ἐροῦμεν, ἢ τῇ ἡλικίᾳ μὲν οὐδαμῶς τῷ πόνῳ δέ, ἢ οὐδὲ τούτῳ ἀλλὰ τῇ συνέσει καὶ τῇ διανοίᾳ, ἢ συνέσει μὲν οὐδαμῶς, μαρτυρίᾳ δὲ τῇ τῶν πολλῶν. οὔτε δὲ ἡλικίᾳ οὔτε φιλοπονίᾳ οὔτ' ἄλλῳ τινὶ τῶν εἰρημένων προσέχειν οἰκεῖόν ἐστιν ἐν τῇ περὶ τοῦ ἀληθοῦς ζητήσει, ὡς παραστήσομεν˙ οὐκ ἄρα τινὰ τῶν φιλοσόφων ῥητέον κριτήριον εἶναι τῆς ἀληθείας.