1.

[7.321] καὶ δὴ τῇ ἡλικίᾳ μὲν οὐ προσεκτέον, ἐπείπερ οἱ πλείους τῶν δογματικῶν ὁμήλικες σχεδὸν ἦσαν ὅτε αὑτοὺς ἔλεγον κριτήρια τῆς ἀληθείας˙ πάντες γὰρ πρεσβῦται γενόμενοι, οἷον Πλάτων, εἰ τύχοι, καὶ Δημόκριτος καὶ Ἐπίκουρος καὶ Ζήνων, ἑαυτοῖς τὴν εὕρεσιν τῆς ἀληθείας προσεμαρτύρησαν.