1.

[7.323] ἔνιοι μὲν γάρ, ὧν ἐστὶ καὶ Ἀσκληπιάδης ὁ ἰατρός (Cfr. §§ 91 et 202), διαρρήδην ἔλεξαν πολλῷ λείπεσθαι τῆς περὶ τοὺς νέους συνέσεως καὶ ἀγχινοίας τοὺς πρεσβύτας, παρὰ δὲ τὴν τῶν πολλῶν καὶ εἰκαιοτέρων ψευδοδοξίαν ἐναντίως ἔχειν ὑπελήφθη τὸ πρᾶγμα. διὰ γὰρ τὸ πολύπειρον τῶν πρεσβυτῶν ἔδοξαν οἱ νεώτεροι λείπεσθαι κατὰ σύνεσιν, τοῦ πράγματος ἐναντίως ἔχοντος˙ πολυπειρότεροι μὲν γάρ, ὡς ἔφην, εἰσὶν οἱ γεγηρακότες, οὐ συνετώτεροι δὲ παρὰ τοὺς νέους. οὐκοῦν διὰ μὲν ἡλικίαν οὐ λεκτέον κριτήριον εἶναί τινα τῶν δογματικῶν.