1.

[7.325] ὡσαύτως δὲ οὐκ ἄν τις ἄλλον ἄλλου κάλλιον προκρίνειεν ἕνεκα συνέσεως. πρῶτον μὲν γὰρ συνετοὶ πάντες ὑπῆρχον, καὶ οὐχ οἱ μὲν νωθεῖς οἱ δὲ οὐ τοιοῦτοι. εἶτα πολλάκις οἱ συνετοὶ δοκοῦντες ὑπάρχειν οὐ τῆς ἀληθείας τοῦ δὲ ψεύδους εἰσὶ συνήγοροι. τῶν γοῦν ῥητόρων τοὺς μὲν τῷ ψεύδει γενναίως συλλαμβανομένους καὶ εἰς ἴσην αὐτὸ πίστιν ἀνάγοντας τῷ ἀληθεῖ δυνατούς τε καὶ νοεροὺς εἶναί φαμεν, τοὺς δὲ μὴ τοιούτους ἀνάπαλιν βραδεῖς τε καὶ ἀσυνέτους (Cfr. M II 20-42).