1.

[7.328] εἰ οὖν ἄριστός ἐστιν ὁ συνεωρακὼς τἀληθές, ἐπεὶ ταὐτὸ ἀξιοῦσι πάντες οἱ ἀπὸ αὐτοῦ ὁρμώμενοι, τί μᾶλλον τόνδε ἢ τόνδε ἄριστον εἶναι φήσομεν καὶ κριτήριον ἀληθείας; οἷον 〈εἰ〉 Ἐπίκουρον διὰ τὸ πολλοὺς εἶναι τοὺς περὶ αὐτοῦ συμφωνοῦντας ὅτι εὗρε τἀληθές, τί μᾶλλον Ἐπίκουρον ἢ Ἀριστοτέλη; ἢ ὅτι [οὐκ] ἐλάσσους εἰσὶν οἳ καὶ τούτῳ συνασπίζονται;