1.

[7.329] οὐ μὴν ἀλλ' ὡς πάλιν ἐν τοῖς κατὰ τὸν βίον πράγμασιν οὐκ ἀδύνατόν ἐστιν ἕνα συνετὸν ἀμείνονα εἶναι πολλῶν ἀσυνέτων, οὕτω καὶ ἐν φιλοσοφίᾳ οὐκ ἀπέοικεν ἕνα φρόνιμον εἶναι καὶ διὰ τοῦτο πιστόν, πολλοὺς δὲ χηνώδεις καὶ διὰ τοῦτο ἀπίστους, κἂν συμφώνως τινὶ προσμαρτυρῶσιν˙ σπάνιος μὲν γάρ ἐστιν ὁ συνετός, πολὺς δὲ ὁ εἰκαῖος.