1.

[7.330] εἶτα κἂν τῇ συμφωνίᾳ καὶ τῇ τῶν πλειόνων μαρτυρίᾳ προσέχωμεν, πάλιν εἰς τοὐναντίον τῇ προθέσει περιαγόμεθα˙ κατ' ἀνάγκην γὰρ τῶν περί τινος συμφωνούντων πλείους εἰσὶν οἱ περὶ αὐτοῦ διαφωνοῦντες. ὃ δὲ λέγω, σαφέστερον γενήσεται οἰκείου τεθέντος ἡμῖν παραδείγματος.