1.

[7.331] ἔστω γάρ, ὑποθέσεως χάριν, τῶν καθ' ἑκάστην αἵρεσιν φιλοσοφούντων πλείους εἶναι τοὺς κατὰ τὴν Στωικὴν αἵρεσιν φιλοσοφοῦντας, λεγέτωσάν τε οὗτοι συμφώνως Ζήνωνα μόνον εὑρηκέναι τἀληθές, ἕτερον δὲ μηδένα. οὐκοῦν ἀντιφθέγξονται αὐτοῖς οἱ ἀπὸ Ἐπικούρου, ψεύδεσθαι δὲ αὐτοὺς ἐροῦσιν οἱ ἀπὸ Περιπάτου, ἀντεροῦσι δὲ καὶ οἱ ἀπὸ τῆς Ἀκαδημίας καὶ καθόλου πάντες