1.

[7.332] οἱ ἀπὸ τῶν αἱρέσεων, ὥστε πάλιν τούτους τοὺς συμφώνως Ζήνωνα προκεκρικότας, συγκρινομένους τοῖς συμφώνως λέγουσι μὴ εἶναι Ζήνωνα κριτήριον, κατὰ πολὺ ἐλάσσους εὑρίσκεσθαι. καὶ παρ' αὐτὸ τοῦτο˙ εἰ τοῖς συμφώνως περί τινος ἀποφαινομένοις χρὴ πιστεύειν ὅταν ὦσι πολλοί, οὐδένα ῥητέον τἀληθὲς εὑρηκέναι˙ παντὶ γὰρ τῷ ὑπό τινων ἐπαινουμένῳ πολύς ἐστιν ὁ ἐκ τῶν ἄλλων αἱρέσεων ἀντιφθεγγόμενος.