1.

[7.333] τὸ δὲ πάντων συνεκτικώτατον˙ οἱ περί τινος ὡς εὑρηκότος τἀληθὲς συμφωνοῦντες ἤτοι διάφορον ἔχουσι διάθεσιν καθ' ἣν συμφωνοῦσιν, ἢ διάφορον μὲν οὐδαμῶς μίαν δὲ καὶ τὴν αὐτήν. ἀλλὰ διάφορον μὲν οὐδαμῶς ἂν ἔχοιεν, ἐπεὶ πάντως αὐτοὺς δεήσει διαφωνεῖν˙ μίαν δὲ ἔχοντες εἰς ἰσότητα περιίστανται τῷ τοὐναντίον ἀποφαινομένῳ.