1.

[7.334] ὡς γὰρ ἐκεῖνος μίαν ἔχει διάθεσιν καθ' ἣν ἀντιπέπτωκεν αὐτοῖς, οὕτω καὶ οὗτοι τὴν ἴσην ἔχουσιν ἐκείνῳ, παρέλκοντος λοιπὸν τοῦ πλήθους αὐτῶν πρὸς πίστιν˙ καὶ γὰρ εἰ καθ' ὑπόθεσιν εἷς ἦν ἐξ αὐτῶν ὁ τοῦτο λέγων, ἴσον ἂν ἐδύνατο τοῖς πᾶσιν.