1.

[7.336] Ἔτι ὁ λέγων αὑτὸν ἀληθείας εἶναι κριτήριον τὸ φαινόμενον αὑτῷ λέγει, καὶ οὐδὲν πλεῖον. τοίνυν ἐπεὶ καὶ ἕκαστος τῶν ἄλλων φιλοσόφων τὸ φαινόμενον αὑτῷ λέγει καὶ ἐναντίον τῷ προενεχθέντι, δῆλον ὡς ἴσου πᾶσιν ὄντος τοῦ τοιούτου οὐ δυνησόμεθα ὡρισμένως τινὰ κριτήριον εἶναι λέγειν. εἰ γὰρ οὗτος πιστός, ὅτι φαίνεται αὐτῷ τὸ εἶναι αὑτὸν κριτήριον, πιστὸς ἔσται καὶ ὁ δεύτερος, ἐπεὶ καὶ αὐτῷ φαίνεται κριτήριον εἶναι αὑτόν, καὶ οὕτως ὁ τρίτος καὶ οἱ λοιποί˙ ᾧ συνεισάγεται τὸ μηδένα ὡρισμένως κριτήριον ἀληθείας ὑπάρχειν.