1.

[7.337] πρὸς τούτοις ἢ φάσει τις ἑαυτὸν κριτήριον εἶναι λέγει ἢ κριτηρίῳ προσχρώμενος. ἀλλὰ φάσει μὲν φάσει ἐπισχεθήσεται, κριτηρίῳ δὲ προσχρώμενος περιτραπήσεται. ἤτοι γὰρ διάφωνόν ἐστιν αὐτῷ τοῦτο τὸ κριτήριον ἢ σύμφωνον. καὶ εἰ μὲν διάφωνον, ἄπιστον, ἐπείπερ διαπεφώνηκε τῷ οἰομένῳ αὑτὸν κριτήριον ὑπάρχειν˙