1.

[7.338] εἰ δὲ σύμφωνον, χρείαν ἕξει τοῦ κρίνοντος. ὥσπερ γὰρ οὗτος ὁ κριτήριον αὑτὸν ἀποφαινόμενος ἄπιστος ἦν, οὕτω καὶ τὸ σύμφωνον αὐτῷ κριτήριον, ἐπεὶ τρόπῳ τινὶ τὴν αὐτὴν ἔσχηκεν ἐκείνῳ δύναμιν, δεήσεται ἑτέρου τινὸς κριτηρίου. καὶ εἰ τοῦτο, οὐ λεκτέον ἕκαστον τῶν φιλοσόφων εἶναι κριτήριον˙ πᾶν γὰρ τὸ κρίσεως δεόμενον ἐξ αὑτοῦ ἐστιν ἄπιστον.