ΠΡΩΤΑΓΟΡΑΣ

[50] Πρωταγόρας Ἀρτέμωνος ἤ, ὡς Ἀπολλόδωρος (FGrH 244 F 70) καὶ Δίνων ἐν Περσικῶν ε´, (FGrH 690 F 6) Μαιανδρίου, Ἀβδηρίτης, καθά φησιν Ἡρακλείδης ὁ Ποντικὸς ἐν τοῖς Περὶ νόμων (Wehrli VII, fg. 150), ὃς καὶ Θουρίοις νόμους γράψαι φησὶν αὐτόν˙ ὡς δ' Εὔπολις ἐν Κόλαξιν, Τήιος˙ φησὶ γάρ (fg. 146a Kock),

Ἔνδοθι μέν ἐστι Πρωταγόρας ὁ Τήιος.

οὗτος καὶ Πρόδικος ὁ Κεῖος λόγους ἀναγινώσκοντες ἠρανίζοντο˙ καὶ Πλάτων ἐν τῷ Πρωταγόρᾳ (316a) φησὶ βαρύφωνον εἶναι τὸν Πρόδικον. διήκουσε δ' ὁ Πρωταγόρας Δημοκρίτου. ἐκαλεῖτό τε Σοφία, ὥς φησι Φαβωρῖνος ἐν Παντοδαπῇ ἱστορίᾳ (FHG III, 583).

Κεφ. η'. ΠΡΩΤΑΓΟΡΑΣ

[50] Πρωταγόρας Ἀρτέμωνος ἤ, ὡς Ἀπολλόδωρος αὶ Δίνων ἐν Περσικῶν ε´, Μαιανδρίου, Ἀβδηρίτης, καθά φησιν Ἡρακλείδης ὁ Ποντικὸς ἐν τοῖς Περὶ νόμων, ὃς καὶ Θουρίοις νόμους γράψαι φησὶν αὐτόν˙ ὡς δ' Εὔπολις ἐν Κόλαξιν, Τήιος˙ φησὶ γάρ,

Ἔνδοθι μέν ἐστι Πρωταγόρας ὁ Τήιος.

οὗτος καὶ Πρόδικος ὁ Κεῖος λόγους ἀναγινώσκοντες ἠρανίζοντο˙ καὶ Πλάτων ἐν τῷ Πρωταγόρᾳ φησὶ βαρύφωνον εἶναι τὸν Πρόδικον. διήκουσε δ' ὁ Πρωταγόρας Δημοκρίτου. ἐκαλεῖτό τε Σοφία, ὥς φησι Φαβωρῖνος ἐν Παντοδαπῇ ἱστορίᾳ.
ΠΡΩΤΑΓΟΡΑΣ

[50] [6674] Πρωταγόρας Ἀρτέμωνος ἤ, ὡς Ἀπολλόδωρος καὶ Δίνων [6675] ἐν Περσικῶν ε´, Μαιανδρίου, Ἀβδηρίτης, καθά φησιν Ἡρακλείδης ὁ Ποντικὸς ἐν τοῖς Περὶ νόμων, ὃς καὶ Θουρίοις νόμους γράψαι φησὶν αὐτόν˙ ὡς δ' Εὔπολις ἐν Κόλαξιν, Τήιος˙ φησὶ γάρ˙

Ἔνδον μέν ἐστι Πρωταγόρας ὁ Τήιος.

[66710] Οὗτος καὶ Πρόδικος ὁ Κεῖος λόγους ἀναγινώσκοντες ἠρανίζοντο˙ καὶ Πλάτων ἐν τῷ Πρωταγόρᾳ φησὶ βαρύφωνον εἶναι τὸν Πρόδικον. Διήκουσε δὲ ὁ Πρωταγόρας Δημοκρίτου. Ἐκαλεῖτό τε Σοφία, ὥς φησι Φαβωρῖνος ἐν Παντοδαπῇ ἱστορίᾳ .