1.

[7.339] πάλιν ὁ λέγων ἑαυτὸν κριτήριον ἤτοι φάσει τοῦτο ἀξιοῖ ἢ ἀποδείξει. καὶ φάσει μὲν οὐ δύναται δι' ἃς προεῖπον αἰτίας˙ εἰ δὲ ἀποδείξει, πάντως ὑγιεῖ˙ τὸ δὲ ὅτι ἐστὶν ὑγιὴς ἡ τοιαύτη ἀπόδειξις, ἤτοι φάσει λέγεται ἢ ἀποδείξει, καὶ ταῦτ' εἰς ἄπειρον. τοίνυν καὶ διὰ τοῦτο λεκτέον ἀνεύρετον εἶναι τὸ τῆς ἀληθείας κριτήριον.