1.

[7.340] Ἐρωτᾶται δὲ καὶ οὕτως˙ οἱ κρίνειν τἀληθὲς ἐπαγγελλόμενοι κριτήριον ἔχειν ὀφείλουσι τοῦ ἀληθοῦς. τοῦτο οὖν τὸ κριτήριον ἤτοι ἀνεπίκριτόν ἐστιν ἢ ἐπικέκριται. καὶ εἰ μὲν ἀνεπίκριτόν ἐστι, πόθεν ὅτι πιστόν; οὐδὲν γὰρ τῶν ἀμφισβητουμένων χωρὶς κρίσεώς ἐστι πιστόν. εἰ δὲ ἐπικέκριται, πάλιν τὸ κρῖναν αὐτὸ ἤτοι ἀνεπίκριτόν ἐστιν ἢ ἐπικέκριται. καὶ εἰ μὲν ἀνεπίκριτον, ἄπιστον˙ εἰ δὲ ἐπικέκριται, πάλιν τὸ ἐπικρῖναν αὐτὸ ἤτοι ἐπικέκριται ἢ οὐκ ἐπικέκριται, καὶ οὕτως εἰς ἄπειρον.