1.

[7.341] πάλιν τὸ κριτήριον ἀμφισβητούμενον καθεστὼς δεῖταί τινος ἀποδείξεως. ἀλλ' ἐπεὶ τῶν ἀποδείξεων αἱ μέν εἰσιν ἀληθεῖς αἱ δὲ ψευδεῖς, ὀφείλει καὶ ἡ εἰς πίστιν τοῦ κριτηρίου παραλαμβανομένη ἀπόδειξις διά τινος κριτηρίου βεβαιοῦσθαι, ὥστε εἰς τὸν δι' ἀλλήλων ἐμπίπτειν τρόπον, τοῦ μὲν κριτηρίου τὴν διὰ τῆς ἀποδείξεως πίστιν περιμένοντος, τῆς δὲ ἀποδείξεως τὴν