1.

[7.342] ἀπὸ τοῦ κριτηρίου βεβαίωσιν ἀναμενούσης, μηδετέρου δὲ αὐτῶν διὰ θατέρου πεπιστῶσθαι δυναμένου. καὶ ἄλλως γίνεται τὸ αὐτὸ πιστόν τε καὶ ἄπιστον. πιστὸν μὲν τὸ κριτήριον, ὅτι κρίνει τὴν ἀπόδειξιν, καὶ ἡ ἀπόδειξις, ὅτι ἀποδείκνυσι τὸ κριτήριον˙ ἄπιστον δὲ τὸ μὲν κριτήριον, ὅτι ἀποδείκνυται πρὸς τῆς ἀποδείξεως, ἡ δὲ ἀπόδειξις, ὅτι κρίνεται πρὸς τοῦ κριτηρίου.