1.

[7.343] (§§ 343-346 Cfr. PH II 48-50) Ἀλλ' ἡ μὲν τοῦ πρώτου κριτηρίου ἀγνωσία, τουτέστι τοῦ ὑφ' οὗ, διὰ τοσούτων παρὰ τοῖς σκεπτικοῖς ἀπορεῖται˙ εὐαπόδοτος δέ ἐστι καὶ ὁ περὶ τοῦ δευτέρου λόγος, φημὶ δὲ τοῦ δι' οὗ. εἰ γὰρ εὑρίσκει τἀληθὲς ὁ ἄνθρωπος, ἤτοι ταῖς αἰσθήσεσι μόνον προσχρώμενος τοῦτο εὑρίσκει ἢ τῇ διανοίᾳ ἢ τῷ συναμφοτέρῳ, ταῖς τε αἰσθήσεσι καὶ τῇ διανοίᾳ˙ οὔτε δὲ μόνον ταῖς αἰσθήσεσι προσχρώμενος δύναται τἀληθὲς εὑρεῖν οὔτε καθ' αὑτὴν τῇ διανοίᾳ οὔτε κοινῶς ταῖς τε αἰσθήσεσι καὶ τῇ διανοίᾳ, ὡς παραστήσομεν˙ οὐκ ἄρα εὑρίσκειν τἀληθὲς ὁ ἄνθρωπος πέφυκεν.