1.

[7.344] αἰσθήσεσι μὲν οὖν μόναις λαβεῖν τἀληθὲς οὐ δύναται, καθὼς ἔμπροσθεν ἐπεδείξαμεν (§ 293sqq.), καὶ νῦν δὲ ἐπ' ὀλίγον παραμυθησόμεθα. φύσει γάρ εἰσιν ἄλογοι, καὶ πλέον τοῦ τυποῦσθαι πρὸς τῶν φανταστῶν μὴ δυνάμεναι παντελῶς ἄθετοι καθεστᾶσι πρὸς εὕρεσιν τἀληθοῦς. οὐ γὰρ μόνον λευκαντικῶς ἢ γλυκαντικῶς δεῖ κινεῖσθαι τὸ ληψόμενον τἀληθὲς ἐν τοῖς ὑποκειμένοις, ἀλλὰ καὶ εἰς φαντασίαν ἀχθῆναι τοῦ τοιούτου πράγματος ῾῾τοῦτο λευκόν ἐστι᾽᾽ καὶ ῾῾τοῦτο γλυκύ ἐστιν᾽᾽.