1.

[7.345] (§ 345 Cfr. PH II 51-56) καὶ ἐπὶ τῶν ἄλλων τὸ παραπλήσιον. τῷ δὲ τοιούτῳ πράγματι οὐκέτι τῆς αἰσθήσεως ἔργον ἐστὶν ἐπιβάλλειν˙ χρῶμα γὰρ μόνον καὶ χυμὸν καὶ φωνὴν λαμβάνειν πέφυκε, τὸ δὲ ῾῾τοῦτο λευκόν ἐστιν᾽᾽ ἢ ῾῾τοῦτο γλυκύ ἐστιν᾽᾽ οὔτε χρῶμα οὔτε χυμὸς τυγχάνον ἀνυπόπτωτόν ἐστιν αἰσθήσει. ψεύδονταί τε ἐν πολλοῖς αἱ αἰσθήσεις καὶ διαφωνοῦσιν ἀλλήλαις, καθάπερ ἐδείξαμεν τοὺς παρὰ τῷ Αἰνησιδήμῳ δέκα τρόπους ἐπιόντες (Cfr. PH I 90-99).