1.

[7.346] τὸ δὲ διάφωνον καὶ ἐστασιασμένον οὐκ ἔστι κριτήριον, ἀλλὰ τοῦ κρίνοντος αὐτὸ δεόμενον. τοίνυν οὐ δύνανται καθ' αὑτὰς αἱ αἰσθήσεις κρίνειν τἀληθές. συνθέσεώς τε δεῖ καὶ μνήμης πρὸς ἀντίληψιν τῶν ὑποκειμένων, οἷον ἀνθρώπου, φυτοῦ, τῶν ἐοικότων. χρώματος γὰρ μετὰ μεγέθους καὶ σχήματος καὶ ἄλλων τινῶν ἰδιωμάτων σύνθεσίς