1.

[7.348] (§§ 348-352 Cfr. PH II 57-60) Καὶ μὴν οὐδὲ ἡ διάνοια. εἴπερ γὰρ ἐπιγνώμων ἐστὶ τἀληθοῦς ἡ διάνοια, πρότερον ὤφειλεν ἑαυτὴν ἐπιγινώσκειν˙ καὶ ὡς ὁ ἀρχιτέκτων κρίνει τό τε εὐθὺ καὶ στρεβλὸν καὶ χωρὶς τοῦ ἐπιβάλλειν τῇ κατασκευῇ τῶν κριτηρίων, οἷον τῇ τοῦ κανόνος καὶ τῇ τοῦ διαβήτου, οὕτως ἐχρῆν καὶ τὴν διάνοιαν, εἴπερ διακριτική ἐστι τοῦ ἀληθοῦς καὶ τοῦ ψεύδους, πολλῷ πρότερον τῇ ἑαυτῆς φύσει συνεπιβάλλειν δι' ἥν, οὐσίᾳ τῇ ἐξ ἧς ἐστι, τόπῳ τῷ ἐν ᾧ πέφυκε, τοῖς ἄλλοις ἅπασιν.