1.

[7.351] οὐκ ἄρα κριτήριόν ἐστιν ἡ διάνοια. πλείους τέ εἰσιν αἱ διάνοιαι, πλείους δὲ οὖσαι διάφωνοι καθεστᾶσιν, διαφωνοῦσαι δὲ χρείαν ἔχουσι τοῦ ἐπικρίνοντος αὐτάς. τοῦτ' οὖν ἤτοι διάνοια πάλιν ἐστὶν ἢ ἕτερόν τι παρ' αὐτήν. καὶ διάνοια μὲν οὐκ ἂν εἴη˙ μέρος γὰρ τῆς διαφωνίας γενόμενον κρίσεως δεήσεται καὶ οὐκέτι κριτήριον γενήσεται˙ ἕτερον δὲ παρ' αὐτὴν ὑπάρχον τὸ μὴ εἶναι διάνοιαν κριτήριον παρίστησιν.