1.

[7.352] ἐξέσται δὲ καὶ τοῖς ὑπὸ τῶν ἀνδρῶν εἰρημένοις ἐπιλογισμοῖς τὰ νῦν χρῆσθαι˙ ἡμῖν γὰρ οὐκ ἀνάγκη ταυτολογεῖν. πρὸς τούτοις ἐπεὶ οὐ μόνον ἔστιν ἐν ἡμῖν διανοητικὸν κατὰ τοὺς πλείστους τῶν φιλοσόφων, ἀλλὰ σὺν τούτῳ καὶ αἰσθητικόν, ὅπερ πρόκειται τοῦ διανοητικοῦ, ἐξ ἀνάγκης τοῦτο αὐτοῦ προκείμενον οὐκ ἐάσει τὴν διάνοιαν τῶν ἐκτὸς ἀντιλαμβάνεσθαι.