1.

[7.353] ὥσπερ γὰρ τὸ μεταξὺ τῆς ὄψεως καὶ τοῦ ὁρατοῦ πεπτωκὸς σῶμα οὐκ ἐᾷ τὴν ὄψιν ἀντιλαμβάνεσθαι τοῦ ὁρατοῦ, οὕτως εἰ μεταξὺ τῆς διανοίας καὶ τοῦ ἐκτὸς ὁρατοῦ κεῖται ἡ ὅρασις ἄλογος οὖσα, οὐκ ἐάσει τὴν διάνοιαν ἡ ὅρασις τοῦ ἐκτὸς ὁρατοῦ ἀντιλαμβάνεσθαι, καὶ εἰ μεταξὺ τῆς διανοίας καὶ τοῦ ἐκτὸς ἀκουστοῦ ἐστιν ἡ ἀκοή, οὐ συγχωρήσει τὴν διάνοιαν τοῦ ἀκουστοῦ ἐπιγνώμονα γίνεσθαι, καὶ ἐπὶ τῶν ἄλλων αἰσθήσεων τὸ παραπλήσιον. ἔνδον οὖν ἀποκεκλεισμένη ἡ διάνοια, καὶ ταῖς αἰσθήσεσιν ἐπισκοτουμένη, οὐδενὸς ἔσται τῶν ἐκτὸς ἀντιληπτική. οὐδὲ ταύτην τοίνυν ῥητέον καθ' αὑτὴν εἶναι κριτήριον.