1.

[7.354] (§§ 354-358 Cfr. PH II 72-75) Λείπεται ἄρα λέγειν ἀμφότερα, τουτέστι τὴν διάνοιαν ὡς ὑπουργῷ χρωμένην τῇ αἰσθήσει λαμβάνειν τὰ ἐκτός. ὃ πάλιν ἐστὶν ἀδύνατον˙ ἡ γὰρ αἴσθησις οὐ τὰ ἐκτὸς παρίστησι τῇ διανοίᾳ, τὸ δὲ ἴδιον ἀγγέλλει πάθος, οἷον ἡ ἁφὴ ἀπὸ πυρὸς θαλπομένη οὐ τὸ ἐκτὸς καὶ καῖον πῦρ ἀναδίδωσι τῇ διανοίᾳ, τὴν δὲ ἀπ' αὐτοῦ θάλψιν, τουτέστι τὸ ἴδιον αὑτῆς πάθος.