1.

[7.355] καίτοι οὐδὲ τοῦτο. εἰ γὰρ λήψεται ἡ νόησις τὸ τῆς αἰσθήσεως πάθος, αἴσθησις ἔσται. τὸ γὰρ ὁρατικοῦ πάθους ἀναδεκτικὸν ὁρατικῶς κινεῖται, τὸ δὲ ὁρατικῶς κινούμενον ὅρασίς ἐστιν (Cfr. § 305)˙ καὶ τὸ ἀκουστικοῦ πάθους ἀναδεκτικὸν ἀκουστικῶς κινεῖται, ὃ δὲ ἀκουστικῶς κινεῖται, ἀκοή ἐστιν˙ καὶ ἐπὶ τῶν ἄλλων αἰσθήσεων τὸ παραπλήσιον.