1.

[7.356] διόπερ καὶ ἡ διάνοια, εἰ τὸ ἑκάστης αἰσθήσεως ἀναλαμβάνει πάθος, αἰσθητικῶς κινεῖται, αἰσθητικῶς δὲ κινουμένη αἴσθησίς ἐστιν, αἴσθησις δὲ οὖσα ἄλογός ἐστιν, ἄλογος δὲ γενομένη ἐκπεσεῖται τοῦ ἔτι νόησις ὑπάρχειν, μὴ οὖσα δὲ νόησις οὐ λήψεται τὸ τῆς αἰσθήσεως πάθος ὡς νόησις.