HTML: http://ancientsource.daphnet.iliesi.cnr.it/texts/Sextus/Math-7,357
RDF: http://ancientsource.daphnet.iliesi.cnr.it/texts/Sextus/Math-7,357.rdf
1.
[7.357] κἂν λάβῃ δὲ τὸ τῶν αἰσθήσεων πάθος, οὐκ εἴσεται τὰ ἐκτός. ἀνόμοια γάρ ἐστι τὰ ἐκτὸς
τοῖς περὶ ἡμᾶς πάθεσιν, καὶ μακρῷ διαφέρει ἡ φαντασία τοῦ φανταστοῦ, οἷον ἡ ἀπὸ πυρὸς φαντασία
τοῦ πυρός˙ τὸ μὲν γὰρ καίει, ἡ δ' οὔκ ἐστι καυστική. ἄλλως τε, κἂν ὅμοια δῶμεν εἶναι τοῖς περὶ
ἡμᾶς πάθεσι τὰ ἐκτός, οὐ πάντως τὰ περὶ ἡμᾶς πάθη λαμβάνουσα ἡ διάνοια καταλήψεται τὰ ἐκτός. τὰ
γὰρ ὅμοιά τισιν ἕτερά ἐστιν ἐκείνων τῶν οἷς ὅμοιά ἐστιν.