1.

[7.358] διόπερ εἰ τὰ ὅμοια τοῖς ἐκτὸς ἡ διάνοια γνωρίζει, οὐ τὰ ἐκτὸς γνωρίζει ἀλλὰ τὰ ὅμοια ἐκείνοις. καὶ ὃν τρόπον ὁ τὸν Σωκράτην ἀγνοῶν τὴν δὲ Σωκράτους εἰκόνα βλέπων οὐκ οἶδεν εἰ ὅμοιός ἐστι τῇ φαινομένῃ εἰκόνι ὁ Σωκράτης, οὕτως ἡ διάνοια τοῖς πάθεσιν ἐπιβάλλουσα, τὰ 〈δὲ〉 ἐκτὸς μὴ θεασαμένη, οὔτε ὁποῖά ἐστι ταῦτα εἴσεται, οὔθ' ὅτι ὅμοιά ἐστι τοῖς πάθεσιν (Cfr. § 25). μὴ γινώσκουσα δὲ τὰ φαινόμενα οὐδὲ τὰ κατὰ τὴν ἀπὸ τούτων μετάβασιν ἀξιούμενα γνωρίζεσθαι ἄδηλα συνήσει, οὑτωσὶ δὲ οὐδὲ κριτήριον ἔσται τῆς ἀληθείας.