1.

[7.359] Ἀλλ' ἔνιοι τῶν δογματικῶν τὴν ἀνώτερον εἰρημένην ὑπότευξιν (Cfr. § 307) καὶ ἐπὶ τοῦ παρόντος θρυλοῦσι, λέγοντες μὴ κεχωρίσθαι τὰ διαφέροντα ταῦτα τῆς ψυχῆς μέρη, τουτέστι τὸ λογικὸν καὶ ἄλογον, ἀλλ' ὡς τὸ μέλι ὅλον δι' ὅλου ὑγρὸν ἅμα καὶ γλυκύ ἐστιν, οὕτω καὶ ἡ ψυχὴ ὅλη δι' ὅλου δύο ἔχει τὰς ἀντιπαρηκούσας ἀλλήλαις δυνάμεις, ὧν ἡ μέν ἐστι λογικὴ ἡ δὲ ἄλογος˙