1.

[7.360] καὶ κινεῖσθαι τὴν μὲν λογικὴν ὑπὸ τῶν νοητῶν, τὴν δὲ ἄλογον ἀντιληπτικὴν γίνεσθαι τῶν αἰσθητῶν. ὅθεν καὶ μάταιον εἶναι τὸ λέγειν τὴν διάνοιαν ἢ κοινῶς τὴν ψυχὴν μὴ δύνασθαι τῆς ἑτέρας τούτων τῶν πραγμάτων διαφορᾶς ἀντιλαμβάνεσθαι˙ διάφορον γὰρ ἔχουσα τὴν κατασκευὴν εὐθὺς καὶ ἀμφοτέρων ἔσται ἀντιληπτική.