1.

[7.361] πάνυ δέ εἰσιν εὐήθεις. αὗται γὰρ αἱ δυνάμεις, καὶ εἰ τὰ μάλιστα δοκοῦσι περὶ τὴν αὐτὴν οὐσίαν συνίστασθαι καὶ ἀντιπαρήκειν ἀλλήλαις δι' ὅλης τε πεφοιτηκέναι τῆς ψυχῆς, οὐδὲν ἧσσον ἑτερογενῶς διαφέρουσιν ἀλλήλων, καὶ ἄλλο μέν τί ἐστιν ἥδε ἄλλο δὲ ἥδε. καὶ τοῦτο πάρεστι μαθεῖν ἀπὸ τῶν προδηλοτέρων εἶναι δοκούντων˙