1.

[7.362] συχνὰ γὰρ ἦν ἃ περὶ μὲν τὴν αὐτὴν ὕλην θεωρεῖται, οὐ τὴν αὐτὴν δὲ εἶχε φύσιν. βάρος γοῦν καὶ χρῶμα περὶ μὲν τὸ αὐτὸ σῶμα ἀμφότερά ἐστιν, διενήνοχε δὲ ἀλλήλων˙ καὶ πάλιν σχῆμα καὶ μέγεθος τῆς μὲν αὐτῆς οὐσίας ἐστὶ συμβεβηκότα, κεχωρισμένην δὲ εἶχε τὴν φύσιν, ἄλλου μὲν τοῦ μεγέθους ἄλλου δὲ τοῦ σχήματος νοουμένου. οὕτω τοίνυν καὶ ἡ προειρημένη λογικὴ δύναμις, κἂν ἀναμὶξ ὑποκέηται τῇ ἀλόγῳ δυνάμει, πάλιν αὐτῆς διοίσει.