1.

[7.363] ᾧ λοιπὸν συνεισέρχεται τὸ μὴ δύνασθαι τὴν ἑτέραν ὡσαύτως τῇ ἑτέρᾳ κινεῖσθαι καὶ ὁμοιοπαθεῖν διὰ τὰς προκατηριθμημένας αἰτίας, ἐπεὶ δεήσει μίαν ἀμφοτέρας γίνεσθαι, τὴν μὲν λογικὴν ἄλογον, ἐὰν ἀλόγως πάσχῃ, τὴν δὲ ἄλογον λογικήν, ἐὰν λογικῶς κινηθῇ.