1.

[7.364] κἂν ὑποθώμεθα δὲ τὴν διάνοιαν διὰ τῶν αἰσθητικῶν πόρων ὥσπερ τινῶν ὀπῶν προκύπτουσαν (Cfr. § 350) καὶ χωρὶς τῶν προκειμένων αὐτῆς αἰσθήσεων τοῖς ἐκτὸς πράγμασι προσβάλλουσαν, ἄπορος οὐδὲν ἧσσον καὶ κατὰ τοῦτο ἡ ὑπόθεσις εὑρεθήσεται. δεῖ γὰρ τὴν οὕτω τῶν ὑποκειμένων ἀντιλαμβανομένην διάνοιαν ὡς ἐναργῶν τῶν ὑποκειμένων ἀντιλαμβάνεσθαι, οὐδὲν δέ ἐστιν ἐναργές, ὡς παραστήσομεν˙ οὐκ ἄρα δυνατόν ἐστι τὸ ἐν τοῖς ὑποκειμένοις ἀληθὲς λαβεῖν. ἐναργὲς γὰρ ἀξιοῦται τυγχάνειν ὑπὸ τῶν ἐναντίων τὸ ἐξ ἑαυτοῦ λαμβανόμενον καὶ μηδενὸς ἑτέρου χρῇζον εἰς παράστασιν.