1.

[7.365] οὐδὲν δὲ ἐξ ἑαυτοῦ πέφυκε λαμβάνεσθαι, ἀλλὰ πάντα ἐκ πάθους, (Cfr. § 350 sqq.) ὅπερ ἕτερον ἦν τοῦ ποιοῦντος αὐτὸ φανταστοῦ˙ γλυκανθεὶς γὰρ μέλιτος προσαχθέντος στοχάζομαι, ὅτι γλυκύ ἐστι τὸ ἐκτὸς ὑποκείμενον μέλι, καὶ ἀλεανθεὶς πυρὸς προσαχθέντος σημειοῦμαι ἐκ τῆς περὶ ἐμὲ διαθέσεως, ὅτι τὸ ἐκτὸς ὑποκείμενον πῦρ ἀλεεινόν ἐστι, καὶ ἐπὶ τῶν ἄλλων αἰσθητῶν ὁ αὐτὸς λόγος.