1.

[7.366] ἐπεὶ οὖν τὸ ἐξ ἑτέρου ληπτὸν συμφώνως κατὰ πάντας ἄδηλόν ἐστι, πάντα δὲ ἐκ παθῶν ἡμετέρων ἕτερα ὄντα τούτων λαμβάνεται, πάντα ἐστὶ τὰ ἐκτὸς ἄδηλα καὶ διὰ τοῦτο ἡμῖν ἄγνωστα˙ δεῖ γὰρ εἰς τὴν τῶν ἀφανῶν γνῶσιν ἐναργές τι παρεῖναι (Cfr. §§ 25 et 358), καὶ τούτου μὴ παρόντος οἴχεται καὶ ἡ ἐκείνων κατάληψις.